ἀλλ’ ἄγε μύθων κλῦθι· μάθη γάρ τοι φρένας αὔξει· ὡς γὰρ καὶ πρὶν ἔειπα πιφαύσκων πείρατα μύθων, δίπλ’ ἐρέω· τοτὲ μὲν γὰρ ἕν ηὐξήθη μόνον ῏ειναι ἐκ πλ… - Empedocles

" "

ἀλλ’ ἄγε μύθων κλῦθι· μάθη γάρ τοι φρένας αὔξει· ὡς γὰρ καὶ πρὶν ἔειπα πιφαύσκων πείρατα μύθων, δίπλ’ ἐρέω· τοτὲ μὲν γὰρ ἕν ηὐξήθη μόνον ῏ειναι ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἄπλετον ὕψος, Νεῖκος τ’ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντηι. καὶ Φιλότης ἐν τοῖσιν, ἴση μῆκός τε πλάτος τε· τὴν σὺ νόωι δέρκευ, μηδ’ ὄμμασιν ἧσο τεθηπώς· ἥτις καὶ θνητοῖσι νομίζεται ἔμφυτος ἄρθροις, τῆι τε φίλα φρονέουσι καὶ ἄρθμια ἔργα τελοῦσι, Γηθοσύνην καλέοντες ἐπώνυμον ἠδ’ Ἀφροδίτην·

Greek
Collect this quote

About Empedocles

Empedocles (c. 490 BC – c. 430 BC) was a poet, statesman, and pre-Socratic philosopher from the Greek colony of Agrigentum in Sicily. Two of his philosophical verse texts, On Nature and Purifications, survived antiquity in fragmentary form; these fragments comprise the only works considered to be of genuine Empedoclean authorship.

Also Known As

Native Name: Ἐμπεδοκλῆς
Go Premium

Support Quotewise while enjoying an ad-free experience and premium features.

View Plans

Related quotes. More quotes will automatically load as you scroll down, or you can use the load more buttons.

Additional quotes by Empedocles

Enhance Your Quote Experience

Enjoy ad-free browsing, unlimited collections, and advanced search features with Premium.

Loading...