νήπιοι· οὐ γάρ σφιν δολιχόφρονές εἰσι μέριμναι, οἵ δὴ γίγνεσθαι πάρος οὐκ ἐὸν ἐλπίζουσιν ἤ τι καταθνήισκειν τε καὶ ἐξόλλυσθαι ἁπάντηι.

ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν, εὖτέ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ, δαίμονες οἵ τε μακραίωνος λελάχασι βίοιο, τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι, τὴν καὶ ἐγὼ νῦν εἶμι, φυγὰς θεόθεν καὶ ἀλήτης