Nῆ᾽ ὀλίγην αἰνεῖν, μεγάλῃ δ᾽ ἐνὶ φορτία θέσθαι·
μείζων μὲν φόρτος, μεῖζον δ᾽ ἐπὶ κέρδει κέρδος
ἔσσεται, εἴ κ᾽ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.

Share Your Favorite Quotes

Know a quote that's missing? Help grow our collection.

Μηδ᾽ ἀναβάλλεσθαι ἔς τ᾽ αὔριον ἔς τε ἔνηφιν·
οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν
οὐδ᾽ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει·
αἰεὶ δ᾽ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.

Ἐργάζευ, νήπιε Πέρση,
ἔργα, τά τ᾽ ἀνθρώποισι θεοὶ διετεκμήραντο,
μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων
ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δ᾽ ἀμελῶσιν.

PREMIUM FEATURE
Advanced Search Filters

Filter search results by source, date, and more with our premium search tools.