Ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο νύμφη ἐφυδατίη· τὸν δὲ σχεδὸν εἰσενόησεν κάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσιν. πρὸς γάρ οἱ διχόμηνις ἀπ᾽… - Apollonius of Rhodes

" "

Ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο
νύμφη ἐφυδατίη· τὸν δὲ σχεδὸν εἰσενόησεν
κάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσιν.
πρὸς γάρ οἱ διχόμηνις ἀπ᾽ αἰθέρος αὐγάζουσα
βάλλε σεληναίη. τὴν δὲ φρένας ἐπτοίησεν
Κύπρις, ἀμηχανίῃ δὲ μόλις συναγείρατο θυμόν.
αὐτὰρ ὅγ᾽ ὡς τὰ πρῶτα ῥόῳ ἔνι κάλπιν ἔρεισεν
λέχρις ἐπιχριμφθείς, περὶ δ᾽ ἄσπετον ἔβραχεν ὕδωρ
χαλκὸν ἐς ἠχήεντα φορεύμενον, αὐτίκα δ᾽ ἥγε
λαιὸν μὲν καθύπερθεν ἐπ᾽ αὐχένος ἄνθετο πῆχυν
κύσσαι ἐπιθύουσα τέρεν στόμα· δεξιτερῇ δὲ
ἀγκῶν᾽ ἔσπασε χειρί, μέσῃ δ᾽ ἐνικάββαλε δίνῃ.

Greek
Collect this quote

About Apollonius of Rhodes

Apollonius of Rhodes (fl. first half of 3rd century BCE) is best known as the author of the Argonautica, an epic poem about Jason and the Argonauts and their quest for the Golden Fleece.

Also Known As

Native Name: Ἀπολλώνιος Ῥόδιος Ἀπολλώνιος Ἀλεξανδρεύς
Alternative Names: Apollonius Rhodius

Share this quote as an image

Customize card

Works in ChatGPT, Claude, or Any AI

Add semantic quote search to your AI assistant via MCP. One command setup.

Related quotes. More quotes will automatically load as you scroll down, or you can use the load more buttons.

Additional quotes by Apollonius of Rhodes

One [nymph], the naiad of the spring, was just emerging from the limpid water as Hylas drew near. And there, with the full moon shining on him from a clear sky, she saw him in all his radiant beauty and alluring grace. Her heart was flooded by desire; she had a struggle to regain her scattered wits. But Hylas now leant over to one side to dip his ewer in; and as soon as the water was gurgling loudly round the ringing bronze she threw her left arm round his neck in her eagerness to kiss his gentle lips. Then with her right hand she drew his elbow down and plunged him in midstream.

θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες
λαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δ᾽ ἕκαστος
ψαῦσαι ἐελδόμενος δέχθαι τ᾽ ἐνὶ χερσὶν ἑῇσιν.

ἔνθ᾽ ἐπεὶ ἄρ κε τέκωνται ὑπ᾽ ἀνδράσι τέκνα γυναῖκες,
αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες,
κράατα δησάμενοι· ταὶ δ᾽ εὖ κομέουσιν ἐδωδῇ
ἀνέρας, ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται.

Loading...