Reference Quote

Shuffle

Similar Quotes

Quote search results. More quotes will automatically load as you scroll down, or you can use the load more buttons.

ὦ Ζεῦ͵ πάτερ Ζεῦ͵ σὸν μὲν οὐρανοῦ κράτος͵ σὺ δ΄ ἔργ΄ ἐπ΄ ἀνθρώπων ὁρᾶις λεωργὰ καὶ θεμιστά͵ σοὶ δὲ θηρίων ὕβρις τε καὶ δίκη μέλει.

PREMIUM FEATURE
Advanced Search Filters

Filter search results by source, date, and more with our premium search tools.

εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει,
ἠλεός, ὅς τ' ἐφέηκε πολύφρονά περ μάλ' ἀεῖσαι
καί θ' ἁπαλὸν γελάσαι καί τ' ὀρχήσασθαι ἀνῆκε,
καί τι ἔπος προέηκεν, ὅ πέρ τ' ἄῤῥητον ἄμεινον.

καταμάθετε δὲ τοὺς ἑτεροδοξοῦντας εἰς τὴν χάριν Ἰησοῦ Χριστοῦ τὴν εἰς ἡμᾶς ἐλθοῦσαν, πῶς ἐναντίοι εἰσὶν τῇ γνώμῃ τοῦ θεοῦ. περὶ ἀγάπης οὐ μέλει αὐτοῖς, οὐ περὶ χήρας, οὐ περὶ ὀρφανοῦ, οὐ περὶ θλιβομένου, οὐ περὶ δεδεμένου ἢ λελυμένου,οὐ περὶ πεινῶντος ἢ διψῶντος.

Share Your Favorite Quotes

Know a quote that's missing? Help grow our collection.

ἄμεινον γὰρ ὀλίγον ὀρθῶς ἢ πολὺν κακῶς πρᾶξαι χρόνον.

Πάντες δ᾽ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ
νῆα καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότ᾽ ἄριστοι
πόντον ἐπιπλώεσκον.

Loading more quotes...

Loading...